Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.110.3 | Hdt. 1.111.4 (English) | >>Hdt. 1.113.1 |
1.111.2 ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη , οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ εἴρετο προτέρη ὅ τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο . ὁ δὲ εἶπε · “ὦ γύναι , εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους . οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο , ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω .
1.111.3 ὡς δὲ τάχιστα ἐσῆλθον , ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραυγανόμενον , κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ . Ἅρπαγος δὲ ὡς εἶδέ με , ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων , φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι , πόλλʼ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι .
1.111.4 καὶ ἐγὼ ἀναλαβὼν ἔφερον , δοκέων τῶν τινος οἰκετέων εἶναι · οὐ γὰρ ἄν κοτε κατέδοξα ἔνθεν γε ἦν . ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον , πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου .
1.111.5 καὶ πρόκατε δὴ κατʼ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος , ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος , ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου , καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι . νῦν τε ὅδε ἐστί .”
ch. 112
1.112.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.110.3 | Hdt. 1.111.4 (English) | >>Hdt. 1.113.1 |